Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.154 Joseph. AJ 17.159 (English) >>Joseph. AJ 17.164

17.157τῶν τε νέων οὐκ ἐλάσσους τεσσαράκοντα ἀνδρῶν, οἳ θάρσει ἔμενον ἐπιόντα ἐς φυγὴν τοῦ λοιποῦ πλήθους καταστάντος, λαμβάνει καὶ τοὺς εἰσηγητὰς τοῦ τολμήματος Ἰούδαν καὶ Ματθίαν ἄδοξον ἡγουμένους ὑποχωρεῖν τὴν ἔφοδον αὐτοῦ, καὶ ἀνήγαγεν ἐπὶ τὸν βασιλέα. 17.158ἐρομένου δὲ ἐπεὶ ἀφίκοντο ἐπʼ αὐτὸν τοῦ βασιλέως, εἰ τολμήσειαν αὐτοῦ τὸ ἀνάθημα καθελεῖν, “ἀλλὰ καὶ πεφρόνηταί γε ἡμῖν τὰ φρονηθέντα καὶ πέπρακται τὰ πεπραγμένα μετʼ ἀρετῆς ἀνδράσι πρεπωδεστάτης· τοῦ τε γὰρ θείου τῇ ἀξιώσει βεβοήθηται ὑφʼ ἡμῶν καὶ τοῦ νόμου ἠκρόατο τὸ σῶφρον, 17.159θαυμαστόν τε οὐδέν, εἰ τῶν σῶν δογμάτων ἀξιωτέρους τετηρῆσθαι ἡγησάμεθα νόμους, οὓς Μωσῆς ὑπαγορεύσει καὶ διδαχῇ τοῦ θεοῦ γραψάμενος κατέλιπεν. ἡδονῇ τε τὸν θάνατον οἴσομεν καὶ τιμωρίαν ἥντινα ἐπιβάλοις διὰ τὸ μὴ ἐπʼ ἀδίκοις ἔργοις, ἀλλὰ φιλίᾳ τοῦ εὐσεβοῦς 17.160μέλλειν συνείσεσθαι τὸ ἐφομιλῆσον αὐτοῦ.” καὶ οἱ μὲν ταῦτα πάντες ἔλεγον οὐδὲν ἐλλιπεστέρᾳ τῇ τόλμῃ τοῦ λόγου χρώμενοι, θαρσήσαντες τὸ ἔργον πράττειν οὐκ ἀπετράποντο. βασιλεὺς δὲ αὐτοὺς καταδήσας μετέπεμπεν εἰς Ἱεριχοῦντα Ἰουδαίων τοὺς ἐν τέλει, 17.161καὶ παραγενομένων ἐξεκλησίασεν εἰς τὸ αὐτὸ θέατρον ἐπὶ κλινιδίου κείμενος ἀδυναμίᾳ τοῦ στῆναι, γωνεῖστων τε ἐφόσον αἵτινες ἦσαν ἐπʼ αὐτοὺς γεγονυῖαι ἀνηριθμεῖτο,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.154 Joseph. AJ 17.159 (English) >>Joseph. AJ 17.164

Powered by PhiloLogic